Ο ΑΓΙΟΓΡΑΦΗΘΕΙΣ ΤΡΟΥΛΟΣ Ι.Ν. ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ ΧΟΛΑΡΓΟΥ 2017

Ο ΑΓΙΟΓΡΑΦΗΘΕΙΣ ΤΡΟΥΛΟΣ Ι.Ν. ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ ΧΟΛΑΡΓΟΥ 2017
ΣΥΝΕΧΙΖΕΤΑΙ Η ΑΓΙΟΓΡΑΦΗΣΗ ΤΟΥ Ι. ΝΑΟΥ

Παρασκευή 25 Απριλίου 2008

από τον Επιτάφιο θρήνο

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

ζωὴ ἐν τάφῳ, κατετέθης Χριστὲ, καὶ ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σὴν.

ζωὴ πῶς θνῃσκεις, πῶς ἐν τάφῳ οἰκεῖς, τοῦ θανάτου τὸ βασίλειον λύεις δὲ, καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾷς;

Μεγαλύνομέν Σε, Ἰησοῦ βασιλεῦ, καὶ τιμῶμεν τὴν ταφὴν καὶ τὰ πάθη σου, δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.

Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ, τάφῳ σήμερον ἐκ μνημάτων ἀνιστῶν.

Δεσπότης πάντων, καθορᾶται νεκρὸς, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ καινώσας τὰ μνημεῖα τῶν νεκρῶν.

ὡραῖος κάλλει, παρὰ πάντας βροτοὺς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραϊσας τοῦ παντὸς.

ζωὴ θανάτῳ, θαῦμα! πῶς ὁμιλεῖ; πῶς θανάτῳ καταργεῖται ὁ θάνατος; ἐκ θανόντος πῶς πηγάζει ἡ ζωή;

πὶ γῆς κατῆλθες, ἵνα σώσῃς τὸν Ἀδάμ, καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾅδου κατελήλυθας ζητῶν.

Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.

κριτὴς εἰς κρίσιν, ἀπαχθεὶς ὡς κριτὸς, κατακρίσεως ἡμᾶς ἠλευθέρωσας, τοὺς θνητοὺς ἀθανασίας ἀξιῶν.

ς βροτὸς μὲν θνῃσκεις, ἐκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.

Ὡς νεκρὸς ἐν τάφῳ, ὡς Θεὸς σὺν Πατρί, καὶ ἐν ᾄδῃ ὡς Δεσπότης τῆς κτίσεως, τοὺς δεσμίους ἀπολύεις τῆς φθορᾶς.

πὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητὸς, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας, Ἰησοῦ.

Οὐρανός σοι θρόνος, ὑποπόδιον γῆ, ὁ δὲ τάφος οὗτος τί σοι κληθήσεται; πάντως οἶκος ἀναστάσεως Χριστοῦ.

Δακρυρρόους θρήνους, ἐπὶ σὲ ἡ ἁγνή, μητρικῶς, ὦ Ἰησοῦ, ἐπιρραίνουσα, ἀνεβόα; Πῶς κηδεύσω σε, Υἱέ;

Οἴμοι, φῶς τοῦ κόσμου! Οἴμοι, φῶς τὸ ἑμόν! Ἰησοῦ μου ποθεινότατε, ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.

Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἑμὴ, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; Νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.

βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, καὶ τὰ κτίσματα θρηνήσατε ἅπαντα, σὺν ἑμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.

Προσκυνῶ τὸ πάθος, ἀνυμνῶ τὴν ταφὴν, μεγαλύνω σου τὸ κράτος φιλάνθρωπε, δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.

Τοὺς ἐν εὐσεβείᾳ, μεταστάντας πιστούς, ἐν σκηναῖς δικαίων, Σῶτερ ἀνάπαυσον, βασιλείας σῆς αὐτοὺς καταξιῶν.

νυμνοῦμεν Λόγε, σὲ τῶν πάντων Θεόν, τὸν Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου ταφήν.

Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

ξιόν ἐστι, μεγαλύνειν σε τὸν ζωοδότην, τὸν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

ξιόν ἐστι, μεγαλύνειν σε τῶν πάντων κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθεια ῥυσθέντες τῆς φθορᾶς.

φριξεν ἡ γῆ, καὶ ὁ ἥλιος, Σῶτερ, ἐκρύβη, τοῦ ἀνεσπέρου φωτὸς, Χριστέ, ἐν τῷ τά ἀναδύντος νῦν σωματικῶς.

νω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα κάτω δὲ νεκρὸν ἡπλωμένον γῇ, καθορῶντα φρίττει νῦν τὰ Σεραφείμ.

Μῦρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις, Λόγε· ὅθεν σοι καὶ μύρα προσέφερον, μυροφόροι σοι τῷ ζῶντι ὡς νεκρῷ.

μνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν, σὺν αὐτοῖς δὲ μελῳδεῖ τὰ Σεραφείμ.

πτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς ᾅδην φοιτήσαντος, πεπτωκώς ποτε καὶ νῦν ἐξεγερθείς.

μμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λογε; πῶς θεοπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα Ἰωσήφ.

φριξεν ἰδών, τὸ ἀόρατον φῶς σὲ, Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.

πνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἀπ' αἰῶνος, ἀγαθέ.

σπερ πελεκάν, τετρωμένος τὴν πλευράν, Λόγε, σοὺς θανόντας παῖδας ἐζώωσας, ἐπιτάξας ζωτικοὺς αὐτοῖς κρουνούς.

Σὲ τὸν τοῦ παντός, γλυκασμὸν ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρόν, βρέχει δάκρυσι τὰς ὄψεις γοερῶς.

Μόνη γυναικῶν, χωρὶς πόνων ἔτεκόν σε, τέκνον, πόνους δὲ νῦν φέρω τῷ πάθει σου, ἀφορήτους ἔλεγεν ἡ σεμνή.

Εἶδε τὸν σεισμόν, ἑκατόνταρχος καὶ τὰ σημεῖα, καὶ Υἱὸν τοῦ Θεοῦ σε ἐκήρυττε, σταυρωθέντα καὶ θανόντα δι' ἡμᾶς.

μνοις σου, Χριστέ, νῦν τὴν σταύρωσιν καὶ τὴν ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

ναρχε Θεέ, συναϊδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν ἀνάκτων κραταίωσον, καὶ εἰρήνην δὸς ἡμῖν ὡς ἀγαθός.

Τέξασα ζωὴν, παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ εἰρήνευσον αὐτὴν ὡς ἀγαθή.

ξιόν ἐστι, μεγαλύνειν σε τὸν ζωοδότην, τὸν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Αἱ γενεαὶ νῦν πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι, Χριστέ μου.

Τοῦ ξύλου καθελών σε, ὁ ἀπ' Ἀριμαθαίας, ἐν τάφῳ σε κηδεύει.

Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου, νεκροπρεπῶς τὸν κτίστην.

Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ κτίστῃ.

Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;

Οὓς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ εὐεργέτου.

Οὓς ἔθρεψε τὸ μάννα, δίδουσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.

Πικρὰν χολὴν καὶ ὄξος, οἰκτίρμον ἐποτίσθης, πικρίας λύων γεῦσιν.

τῆς παραφροσύνης, καὶ τῆς χριστοκτονίας, τῆς τῶν προφητοκτόνων.

Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.

γλυκύ μου ἔαρ, γλυκύτατόν μου τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;

φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;

Δοξάζω σου, Υἱέ μου, τὴν ἄκραν εὐσπλγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.

ρραναν τὸν τάφον, αἱ μυροφόροι μύρα, λίαν πρωϊ ἐλθοῦσαι. (τρὶς)

ρώματα καὶ μύρα, μαθήτριαι γυναῖκες προσφέρουσι τῷ τάφῳ

Εἰρήνην Ἐκκλησίᾳ, λαῷ σου σωτηρίαν, δίδοσαι σῇ ἐγέρσει.

Καὶ τῶν κεκοιμημένων, μνημόνευσον, Σωτήρ μου, ἐν δόξῃ ὅταν ἔλθῃς.

λέῳ ὄμματί Σου, ἐπίβλεψον τοὺς πάντας, ἐν κρίσει τῇ μελλούσῃ.

Τριὰς μονὰς, Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον.

δεῖν τὴν τοῦ Υἱοῦ σου, ἀνάστασιν, Παρθένε, ἀξίωσον σοὺς δούλους.

Αἱ γενεαὶ νῦν πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι, Χριστέ μου.

Δεν υπάρχουν σχόλια: