Κοντάκιον (ἦχος γ´)
Κωνσταντῖνος σὺν τῇ μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν Ἀνάκτων κατ' ἐναντίων· δι' ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα καὶ ἐν πολέμοις φρικτὸν.
Ἀπολυτίκιον (ἦχος πλάγιος δ´)
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου, Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου περέθετο, ἥν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Μεγαλυνάρια
Τοὺς τῆς εὐσεβείας θείους πυρσοὺς, καὶ τῶν Ἀποστόλων θιασώτας καὶ μιμητὰς, σὺν Κωνσταντίνῳ, Ἑλένην τὴν Ἁγίαν, ὡς βασιλέων δόξαν, ἀνευφημήσωμεν.
Τὸν τῆς εὐσεβείας θεῖον πυρσὸν καὶ τῆς Ἐκκλησίας τὸν ἀκήρατον στολισμὸν, τὴν ἄσειστον βάσιν τῆς ἀληθοῦς λατρείας, τὸν Μέγαν Κωνσταντῖνον ὕμνοις τιμήσωμεν.
Στιχηρὸν τοῦ Ἐσπερινοῦ (ἦχος β´)
Πρῶτος Βασιλεὺς Χριστιανῶν, παρὰ τοῦ Θεοῦ, Κωνσταντῖνε, τὸ σκῆπτρον ἔλαβες· σοί γὰρ πεφανέρωται ἐν γῇ κρυπτόμενον, τὸ σωτήριον σύμβολον, δι' οὗ καὶ τὰ ἔθνη, πάντα καθυπέταξες τοῖς τῶν (νέων) Ῥωμαίων ποσὶν, ὅπλον ἀπροσμάχητον ἔχων, τὸν ζωοποιὸν Σταυρὸν μάκαρ, δι' οὗ καὶ προσήχθης τῷ Θεῷ ἡμῶν.
Στιχηρὸν τῶν Αἴνων (ἦχος πλάγιος δ´)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου