ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστὲ, καὶ ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σὴν.
Ἡ ζωὴ πῶς θνῃσκεις, πῶς ἐν τάφῳ οἰκεῖς, τοῦ θανάτου τὸ βασίλειον λύεις δὲ, καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾷς;
Μεγαλύνομέν Σε, Ἰησοῦ βασιλεῦ, καὶ τιμῶμεν τὴν ταφὴν καὶ τὰ πάθη σου, δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ, τάφῳ σήμερον ἐκ μνημάτων ἀνιστῶν.
Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρὸς, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ καινώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτοὺς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραϊσας τοῦ παντὸς.
Ἡ ζωὴ θανάτῳ, θαῦμα! πῶς ὁμιλεῖ; πῶς θανάτῳ καταργεῖται ὁ θάνατος; ἐκ θανόντος πῶς πηγάζει ἡ ζωή;
Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς τὸν Ἀδάμ, καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾅδου κατελήλυθας ζητῶν.
Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδάμ.
Ὁ κριτὴς εἰς κρίσιν, ἀπαχθεὶς ὡς κριτὸς, κατακρίσεως ἡμᾶς ἠλευθέρωσας, τοὺς θνητοὺς ἀθανασίας ἀξιῶν.
Ὡς βροτὸς μὲν θνῃσκεις, ἐκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
Ὡς νεκρὸς ἐν τάφῳ, ὡς Θεὸς σὺν Πατρί, καὶ ἐν ᾄδῃ ὡς Δεσπότης τῆς κτίσεως, τοὺς δεσμίους ἀπολύεις τῆς φθορᾶς.
Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητὸς, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας, Ἰησοῦ.
Οὐρανός σοι θρόνος, ὑποπόδιον γῆ, ὁ δὲ τάφος οὗτος τί σοι κληθήσεται; πάντως οἶκος ἀναστάσεως Χριστοῦ.
Δακρυρρόους θρήνους, ἐπὶ σὲ ἡ ἁγνή, μητρικῶς, ὦ Ἰησοῦ, ἐπιρραίνουσα, ἀνεβόα; Πῶς κηδεύσω σε, Υἱέ;
Οἴμοι, φῶς τοῦ κόσμου! Οἴμοι, φῶς τὸ ἑμόν! Ἰησοῦ μου ποθεινότατε, ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Ὦ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἑμὴ, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; Νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Ὦ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, καὶ τὰ κτίσματα θρηνήσατε ἅπαντα, σὺν ἑμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.
Προσκυνῶ τὸ πάθος, ἀνυμνῶ τὴν ταφὴν, μεγαλύνω σου τὸ κράτος φιλάνθρωπε, δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Τοὺς ἐν εὐσεβείᾳ, μεταστάντας πιστούς, ἐν σκηναῖς δικαίων, Σῶτερ ἀνάπαυσον, βασιλείας σῆς αὐτοὺς καταξιῶν.
Ἀνυμνοῦμεν Λόγε, σὲ τῶν πάντων Θεόν, τὸν Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου ταφήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου